Psalms 90

1
LXX: Psa.89:1
Προσευχὴ τοῦ Μωυσῆ ἀνθρώπου τοῦ θεοῦ. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ·
2
LXX: Psa.89:2
πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην καὶ ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σὺ εἶ.
3
LXX: Psa.89:3
μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν· καὶ εἶπας Ἐπιστρέψατε, υἱοὶ ἀνθρώπων.
4
LXX: Psa.89:4
ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡς ἡμέρα ἐχθές, ἥτις διῆλθεν, καὶ φυλακὴ ἐν νυκτί.
5
LXX: Psa.89:5
τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται. τὸ πρωῒ ὡσεὶ χλόη παρέλθοι,
6
LXX: Psa.89:6
τὸ πρωῒ ἀνθήσαι καὶ παρέλθοι, τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη.
7
LXX: Psa.89:7
ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν.
8
LXX: Psa.89:8
ἔθου τὰς ἀνομίας ἡμῶν ἐνώπιόν σου· αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου.
9
LXX: Psa.89:9
ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν· τὰ ἔτη ἡμῶν ὡς ἀράχνην ἐμελέτων.
10
LXX: Psa.89:10
αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν, ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος· ὅτι ἐπῆλθεν πραύτης ἐφ' ἡμᾶς, καὶ παιδευθησόμεθα.
11
LXX: Psa.89:11
τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου; καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου
12
LXX: Psa.89:12
ἐξαριθμήσασθαι τὴν δεξιάν σου οὕτως γνώρισον καὶ τοὺς πεπεδημένους τῇ καρδίᾳ ἐν σοφίᾳ.
13
LXX: Psa.89:13
ἐπίστρεψον, κύριε· ἕως πότε; καὶ παρακλήθητι ἐπὶ τοῖς δούλοις σου.
14
LXX: Psa.89:14
ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν·
15
LXX: Psa.89:15
εὐφράνθημεν ἀνθ' ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά.
16
LXX: Psa.89:16
καὶ ἰδὲ ἐπὶ τοὺς δούλους σου καὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν,
17
LXX: Psa.89:17
καὶ ἔστω λαμπρότης κυρίου τοῦ θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς.
Copyright information for LXX